ΣΕΠ 2026ΕΚΔΟΣΗ ΒΗΤΑ
μιά ἀπόπειρα ἀναζητήσιμης κειμενικῆς ἀποκαταστάσεως τοῦ περιοδικοῦ ΔΑΥΛΟΣ
297 ΤΕΥΧΗ · 23.063 ΣΕΛΙΔΕΣ · 9.618.609 ΛΕΞΕΙΣ · 6.129 ΑΡΘΡΑ · 1.187 ΣΥΓΓΡΑΦΕΙΣ

17ΜΑΙΟΣ 1983

Τυπωμένη σελίδα
σελ. 788
Φύλλο στό PDF
37 ἀπό 49
Πηγή κειμένου
OCR
Τεῦχος
δεῖτε τό τεῦχος
Τό PDF
Ἀνάγνωση PDF Λῆψις PDF

Ἄρθρα πού ξεκινοῦν σέ αὐτό τό φύλλο

  1. "Εδώ Δελφοί" — ΜΠΕΖΑΝΤΕΣ, ΙΩΑΝΝΗΣ
    ἀρχή: σελ. 788 · τέλος: ἄγνωστο · τχ. 17

Κείμενο φύλλου

ΙΟΑΝΝΗΣ ΜΠΕΖΑΝΤΕΣ «Ἐδῶ Δελφοί» Αὐτάδελφος Ἕλληνος ̓Αμφικτίων φάραγγα Φαιδριάδων Παρνασσοῦ ̓Απόλλωνι θείῳ ἀφιέρωσεν ἐπὶ κεφαλῆς ἐλαιοβριθοῦς κλιτύος ἄχρι πόντου. Τὸς δέ, ἐπεὶ συνέτυχον ἐκεῖ ὀξέα κλάζοντες αἰετοὶ Διὸς ἀντιπεριπτερυγίσαντες γῆν, οἶδεν ὅτι τόπος ἦν «ὀφθαλμὸς γῆς». καὶ κτείνας βροτοληγὸν θῆρα. ὅν δέλφακα θηριοχοίρου ἤ Πύθωνα ὄφιν ̓Αμφικτίονες ἐθεώρουν, Θεηκόλους αὖτοῦ μετὰ Παρνασσίδων Θριῶν κατέστησεν ἐκεῖ παρὰ χλοερόεσαν ἀπὸ δρόσου Κασταλίας πηγῆς δάφνην καὶ ρωγμὰς ἀτμοβριθεῖς. Φοῖβος ὥρισεν Δελφοῖς τε καὶ Θεηκόλοις λειτουργῆσαι αὖθις τὸ ἐκεῖ «Μαντεῖον», ἵνα πᾶς ἐρωτῶν θεοπρόπος περινούστερος ἀπὸ χρησμοῦ καθίσταται, θέσφατα ἀρετῆς διαφυλάσσονται καὶ ἀνθρώπων εὐσέβεια κρατύνεται. Εἶτα Δελφοί τε καὶ ̓Αμφικτίονες (548 π.Χ.) ἐθέσπισαν πεντετηρικοὺς Γυμνικούς, ̓Ιππικοὺς καὶ Μουσικοὺς ̓Αγῶνας καὶ Ἱεροτελεστίας, τὰ «Πύθια», ἵνα δεσμοὶ φυλετικοὶ τῶν Πανελλήνιων συσφίγγονται, τοὶ δὲ «καλοὶ κἀγαθοί» ἀποβαίνουσιν. Ἐπεὶ οὖν αἴγλη Δελφῶν καὶ «Πυθίων» ἀπόγειον ἤγγισεν, Κρισσαῖοι, Φωκεῖς καὶ Σύλλας καὶ Μαῖδοι καὶ Νέρων πολλάκις ἑκάστοτε βαναύσως ἐδήωσαν Δελφούς καὶ φθοράς, πυρί τε καὶ σιδήρῳ ἀνεπανορθώτους ἐπήνεγκον μαρασμόν προκαλέσαντες, συνεργούσης καὶ ἐξαπλώσεως χριστιανικῆς πίστεως, τόσον, ὥστε ἰατρός ̓Ορειβάσιος, θεοπρόπος αὐτοκράτορος ̓Ιουλιανοῦ τοῦ Παραβάτου (362 μ.Χ.) ἤκουσεν ἀντὶ χρησμοῦ φοβερὸν «κύκνειον ἀσμα» Δελφῶν: «Εἴπατε τῷ Βασιλεῖ, χαμαί πέσε Δαίδαλος αὐλά, οὐκέτι Φοῖβος ἔχει καλύβην... οὐ μάντιδα δάφνην, οὐ παγάν λαλέουσαν, ἀπέσβετο καὶ λᾶλον ὕδωρ». ..}}}} Πλήν, λάμψις Χριστιανισμοῦ, ἐπιβληθέντος τῇ ὅλῃ Ἑλλάδι καὶ ὑπὸ Θεοδοσίου Μεγάλου (394 μ.Χ.), ἠμαυρώθη ἰδίοις κρίμασι τῶν πιστῶν αὐτοῦ ἐντός ἐτῶν χιλίων καὶ πεντήκοντα, ἵνα ἀκουλουθήσῃ μμακραῖον... ἰσλαμικὸν σκότος καὶ αἷμα καὶ φρίκη... μέχρις ἐξιλασμοῦ καὶ ἀναστάσεως Ἑλλάδος, ὅτε θετά τέκνα αὐτῆς (Ἑλληνομαθεῖς Δυτικοῦ, ἐπικουρούμενα καὶ ὑπὸ Ἑλληνικῆς Πολιτείας, ἀνέσυρον ἐς φῶς ἐντὸς αἰῶνος κειμήλια Δελφικά ἐξόχου τέχνης καὶ σημασίας, ἐμπνευσμένος δέ ποιητής "Αγγελος Σικελιανός καὶ Εὔα γυνή αὐτοῦ κατηξίωσαν ταῦτα ἀρχαιοπρεπῶς ἐς πνευματικὸν κόσμον ἅπαντα, λαμπραῖς Τελεταῖς καὶ ̓Αγῶσι (1927 καὶ 1930). Ἐμφανὴς σκεπτικισμὸς μεθ ̓ ἱκανῆς μισαλλοδοξίας ἀνέκοψαν δρᾶσιν ζεύγους Σικελιανοῦ μέχρι κατακτητικῆς πλημμύρας Γερμανο-[ταλῶν, καθ ̓ ἥν μοιραῖον φαρμακευτικὸν λάθος ἀπέκοψε προώρως νῆμα ζωῆς Ποιητοῦ μύστου. Μικρὰ συνέχισις Δελφικῶν ὑπὸ «καλοῦ Βασιλέως» Παύλου ἐκίνησεν ἐνδιαφέρον ξένων Πανεπιστημίων, ἀλλὰ καὶ τούτου ἐκλιπόντος τὰ πάντα ἠτόνησαν. Ἤδη ψίθυρος Νέας Δελφικῆς ̓Αμφικτιονίας ἠκούσθη. Ἴδωμεν ὅθεν ἔργα και ἡμέρας αυτης. Ἐγένετο ἐν ̓Αθήναις. ἔτει [983
πρωτογενές κείμενο, ὅπως ἀκριβῶς ἐξήχθη →