ΣΕΠ 2026ΕΚΔΟΣΗ ΒΗΤΑ
μιά ἀπόπειρα ἀναζητήσιμης κειμενικῆς ἀποκαταστάσεως τοῦ περιοδικοῦ ΔΑΥΛΟΣ
297 ΤΕΥΧΗ · 23.063 ΣΕΛΙΔΕΣ · 9.618.609 ΛΕΞΕΙΣ · 6.129 ΑΡΘΡΑ · 1.187 ΣΥΓΓΡΑΦΕΙΣ

17ΜΑΙΟΣ 1983

Τυπωμένη σελίδα
σελ. 788
Φύλλο στό PDF
37 ἀπό 49
Πηγή κειμένου
OCR
Τεῦχος
δεῖτε τό τεῦχος
Τό PDF
Ἀνάγνωση PDF Λῆψις PDF

Ἄρθρα πού ξεκινοῦν σέ αὐτό τό φύλλο

  1. "Εδώ Δελφοί" — ΜΠΕΖΑΝΤΕΣ, ΙΩΑΝΝΗΣ
    ἀρχή: σελ. 788 · τέλος: ἄγνωστο · τχ. 17

Πρωτογενές κείμενο, χωρίς καμία ἐπέμβαση

ΙΟΑΝΝΗΣ ΜΠΕΖΑΝΤΕΣ «Ἐδῶ Δελφοί» Αὐτάδελφος Ἕλληνος ᾽Αμϕικτίων φάραγγα Φαιδριάδων Παρνασσοῦ ᾿Απόλλωνι θείῳ ἀφιέρωσεν ἐπὶ κεφαλῆς ἐλαιοβριθοῦς κλιτύος ἄχρι πόντου. Τὸς δέ, ἐπεὶ συνέτυχον ἐκεῖ ὀξέα κλάζοντες αἰετοὶ Διὸς ἀντιπεριπτερυγίσαν- τες γῆν, οἶδεν ὅτι τόπος ἦν «ὀφθαλμὸς γῆς». καὶ κτείνας βροτοληγὸν θῆρα. ὅν δέλφακα θηριοχοίρου ἤ Πύθωνα ὄφιν ᾽Αμϕικτίονες ἐθεώρουν, Θεηκόλους αὖ- τοῦ μετὰ Παρνασσίδων Θριῶν κατέστησεν ἐκεῖ παρὰ χλοερόεσαν ἀπὸ δρό- σου Κασταλίας πηγῆς δάφνην καὶ ρωγμὰς ἀτμοβριθεῖς. Φοῖβος ὥρισεν Δελφοῖς τε καὶ Θεηκόλοις λειτουργῆσαι αὖθις τὸ ἐκεῖ «Μαντεῖον», ἵνα πᾶς ἐρωτῶν θεοπρόπος περινούστερος ἀπὸ χρησμοῦ καθί- σταται, θέσφατα ἀρετῆς διαφυλάσσονται καὶ ἀνθρώπων εὐσέβεια κρατύνε- ται. Εἶτα Δελφοί τε καὶ ᾿Αμφικτίονες (548 π.Χ.) ἐθέσπισαν πεντετηρικοὺς Γυ- μνικούς, ᾿Ιππικοὺς καὶ Μουσικοὺς ᾽Αγῶνας καὶ Ἱεροτελεστίας, τὰ «Πύθια», ἵνα δεσμοὶ φυλετικοὶ τῶν Πανελλήνιων συσφίγγονται, τοὶ δὲ «καλοὶ κἀγαθοί» ἀποβαίνουσιν. Ἐπεὶ οὖν αἴγλη Δελφῶν καὶ «Πυθίων» ἀπόγειον ἤγγισεν, Κρισσαῖοι, Φω- κεῖς καὶ Σύλλας καὶ Μαῖδοι καὶ Νέρων πολλάκις ἑκάστοτε βαναύσως ἐδήω- σαν Δελφούς καὶ φθοράς, πυρί τε καὶ σιδήρῳ ἀνεπανορθώτους ἐπήνεγκον μαρασμόν προκαλέσαντες, συνεργούσης καὶ ἐξαπλώσεως χριστιανικῆς πί- στεως, τόσον, ὥστε ἰατρός ᾿Ορειβάσιος, θεοπρόπος αὐτοκράτορος ᾿Ιουλια- νοῦ τοῦ Παραβάτου (362 μ.Χ.) ἤκουσεν ἀντὶ χρησμοῦ φοβερὸν «κύκνειον ἀ- σμα» Δελφῶν: «Εἴπατε τῷ Βασιλεῖ, χαμαί πέσε Δαίδαλος αὐλά, οὐκέτι Φοῖ- βος ἔχει καλύβην... οὐ μάντιδα δάφνην, οὐ παγάν λαλέουσαν, ἀπέσβετο καὶ λᾶλον ὕδωρ». ..}}}} Πλήν, λάµψις Χριστιανισμοῦ, ἐπιβληθέντος τῇ ὅλῃ Ἑλλάδι καὶ ὑπὸ Θεο- δοσίου Μεγάλου (394 μ.Χ.), ἠμαυρώθη ἰδίοις κρίµασι τῶν πιστῶν αὐτοῦ ἐντός ἐτῶν χιλίων καὶ πεντήκοντα, ἵνα ἀκουλουθήσῃ μµακραῖον... ἰσλαμικὸν σκό- τος καὶ αἷμα καὶ φρίκη... μέχρις ἐξιλασμοῦ καὶ ἀναστάσεως Ἑλλάδος, ὅτε θετά τέκνα αὐτῆς (Ἑλληνομαθεῖς Δυτικοῦ, ἐπικουρούμενα καὶ ὑπὸ Ἑλληνι- κῆς Πολιτείας, ἀνέσυρον ἐς φῶς ἐντὸς αἰῶνος κειμήλια Δελφικά ἐξόχου τέ- χνης καὶ σημασίας, ἐμπνευσμένος δέ ποιητής "Αγγελος Σικελιανός καὶ Εὔα γυνή αὐτοῦ κατηξίωσαν ταῦτα ἀρχαιοπρεπῶς ἐς πνευματικὸν κόσμον ἅπαν- τα, λαμπραῖς Τελεταῖς καὶ ᾽Αγῶσι (1927 καὶ 1930). Ἐμφανὴς σκεπτικισμὸς μεθ᾽ ἱκανῆς μισαλλοδοξίας ἀνέκοψαν δρᾶσιν ζεύγους Σικελιανοῦ μέχρι κα- τακτητικῆς πλημμύρας Γερμανο-[ταλῶν, καθ᾽ ἥν μοιραῖον φαρμακευτικὸν λάθος ἀπέκοψε προώρως νῆμα ζωῆς Ποιητοῦ µύστου. Μικρὰ συνέχισις Δελφικῶν ὑπὸ «καλοῦ Βασιλέως» Παύλου ἐκίνησεν ἐν- διαφέρον ξένων Πανεπιστημίων, ἀλλὰ καὶ τούτου ἐκλιπόντος τὰ πάντα ἠτό- νησαν. Ἤδη ψίθυρος Νέας Δελφικῆς ᾽Αμϕικτιονίας ἠκούσθη. Ἴδωμεν ὅθεν ἔρ- γα και ἡμέρας αυτης. Ἐγένετο ἐν ᾿Αθήναις. ἔτει [983
← καθαρισμένο κείμενο